[ ]
Phokis — Delphi — 91 BC
1 | ἄρχοντ[ος Κ]λεοδάμου τοῦ Κλέωνος μηνὸς Ἡρα- |
κλέου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἀρ[ι]- | |
στοκλέος [τ]οῦ Ἡράκωνος, Ξένωνος τοῦ Γλαύκου, γρα[μ]- | |
ματεύοντο[ς] δὲ βου[λᾶς] Δικαιάρχου τοῦ Πυῤῥία, ἐπὶ τ[οῖσδε] | |
5 | ἀπέδοτο Ἀστ[όξενος Διο]νυσίου, συνευδοκεούσας κ[αὶ τᾶς] |
γυναικὸς αὐτοῦ καὶ τοῦ υἱοῦ Διονυσίου καὶ τᾶς | |
θυγατέρος αὐτ[οῦ], τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα γυναικεῖον ἇι ὄνομα Αἵρεσις τὸ γένος ἐνδογεν[ές], | |
τιμᾶς ἀργυρίου μνᾶν τεττάρων καὶ ἡμιμναίου, καὶ τὰν | |
10 | τιμὰν ἔχει πᾶσαν. καθὼς ἐπίστευσε Αἵρεσις τῶ Ἀπόλ- |
λωνι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπ- | |
τον ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσα ὅ κα θέλη | |
καὶ ἀποτρέχουσα ἇ κα θέλη. βεβαιωτὴρ κατὰ | |
τοὺς νόμους τᾶς πόλιος· Πολίτας Ἀσάνδρου. | |
15 | εἰ δέ τις ἐφάπτοιτο Αἱρέσιος ἐπὶ καταδουλισ- |
μῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ | |
τε ἀποδόμενος Ἀστόξε[ν]ος καὶ ὁ βεβαιωτὴρ | |
Πολίτας Ἀσάνδρου. κύριος δὲ ἔστω καὶ ἄλλος | |
[ὁ] παρατυχὼν συλέων Αἵρεσιν ὡς ἐλευθέραν | |
20 | ἐοῦσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκα[ς] |
καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ | |
Πυθίου Ἁγίων, Πυῤῥίας καὶ ἰδιῶται Ἁβρόμαχος | |
Ἀθάμβου, Ἡρακλείδας, Ἀριστόδαμος, Δικαίαρ- | |
χος Πυῤῥία, Καλλικράτης Σωσικράτε[ος]. |