[ ] Phokis — Delphi — 91 BC
1 ἄρχοντ[ος Κ]λεοδάμου τοῦ Κλέωνος μηνὸς Ἡρα-
κλέου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἀρ[ι]-
στοκλέος [τ]οῦ Ἡράκωνος, Ξένωνος τοῦ Γλαύκου, γρα[μ]-
ματεύοντο[ς] δὲ βου[λᾶς] Δικαιάρχου τοῦ Πυῤῥία, ἐπὶ τ[οῖσδε]
5 ἀπέδοτο Ἀστ[όξενος Διο]νυσίου, συνευδοκεούσας κ[αὶ τᾶς]
γυναικὸς αὐτοῦ καὶ τοῦ υἱοῦ Διονυσίου καὶ τᾶς
θυγατέρος αὐτ[οῦ], τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὄνομα Αἵρεσις τὸ γένος ἐνδογεν[ές],
τιμᾶς ἀργυρίου μνᾶν τεττάρων καὶ ἡμιμναίου, καὶ τὰν
10 τιμὰν ἔχει πᾶσαν. καθὼς ἐπίστευσε Αἵρεσις τῶ Ἀπόλ-
λωνι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπ-
τον ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσα ὅ κα θέλη
καὶ ἀποτρέχουσα ἇ κα θέλη. βεβαιωτὴρ κατὰ
τοὺς νόμους τᾶς πόλιος· Πολίτας Ἀσάνδρου.
15 εἰ δέ τις ἐφάπτοιτο Αἱρέσιος ἐπὶ καταδουλισ-
μῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ
τε ἀποδόμενος Ἀστόξε[ν]ος καὶ ὁ βεβαιωτὴρ
Πολίτας Ἀσάνδρου. κύριος δὲ ἔστω καὶ ἄλλος
[ὁ] παρατυχὼν συλέων Αἵρεσιν ὡς ἐλευθέραν
20 ἐοῦσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκα[ς]
καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ
Πυθίου Ἁγίων, Πυῤῥίας καὶ ἰδιῶται Ἁβρόμαχος
Ἀθάμβου, Ἡρακλείδας, Ἀριστόδαμος, Δικαίαρ-
χος Πυῤῥία, Καλλικράτης Σωσικράτε[ος].
Search Help
Contact Us