[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Σωξένου μη- |
| νὸς Βουκατίου, ἀπέδοτο Ἄ- | |
| θαμβος Ἀθανίωνος, συνευ- | |
| δοκεούσας καὶ τᾶς θυγατέ- | |
| 5 | ρος αὐτοῦ Ἐρατᾶς, τῶι Ἀπόλ- |
| λωνι τῶι Πυθίωι σῶμα ἀν- | |
| δρεῖον παιδάριον, ὃ ἐπρίατο | |
| παρὰ Τελεσάρχου Φυσκέος, | |
| τὸν υἱὸν τὸν Ἑρμαίου καὶ Σω- | |
| 10 | σοῦς Σωσθένη, μνᾶν τεσσάρων |
| καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔ- | |
| χει, καθὼς ἐπίστευσε Σωσθένης | |
| τὰν ὠνὰν τῶι θεῶι, ἐλεύθερος {ε} | |
| εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντω[ν] | |
| 15 | τὸμ πάντα χρόνον, ποιέων ὅ κα θέλη |
| καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτ[ήρ]· | |
| Ἀντιχάρης Ἀζαράτου. εἰ δέ τις ἐφά- | |
| πτοιτο Σωσθένεος ἐπὶ καταδουλ[ισ]- | |
| μῶι, κύριος ἔστω ὁ παρατυχὼν συ[λέ]- | |
| 20 | ων ἐλεύθερον ἀνυπόδικος ὢν καὶ ἀ- |
| ζάμιος [κ]αθώς κα συλάση. μάρτυρο[ι]· | |
| οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, | |
| Πραξίας καὶ ὁ νεωκόρος Μένης καὶ | |
| ὁ προστάτας Δρομοκλείδας, ἰδιῶται | |
| 25 | Ἀρχέλαος Δαμοσθένεος, Ἀστόξενος, |
| Εὐκλείδας Καλλείδα, Ἁγίων Πολυ- | |
| κλείτου. |