[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Σωξένου μη-
νὸς Βουκατίου, ἀπέδοτο Ἄ-
θαμβος Ἀθανίωνος, συνευ-
δοκεούσας καὶ τᾶς θυγατέ-
5 ρος αὐτοῦ Ἐρατᾶς, τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα ἀν-
δρεῖον παιδάριον, ὃ ἐπρίατο
παρὰ Τελεσάρχου Φυσκέος,
τὸν υἱὸν τὸν Ἑρμαίου καὶ Σω-
10 σοῦς Σωσθένη, μνᾶν τεσσάρων
καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔ-
χει, καθὼς ἐπίστευσε Σωσθένης
τὰν ὠνὰν τῶι θεῶι, ἐλεύθερος {ε}
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντω[ν]
15 τὸμ πάντα χρόνον, ποιέων ὅ κα θέλη
καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτ[ήρ]·
Ἀντιχάρης Ἀζαράτου. εἰ δέ τις ἐφά-
πτοιτο Σωσθένεος ἐπὶ καταδουλ[ισ]-
μῶι, κύριος ἔστω ὁ παρατυχὼν συ[λέ]-
20 ων ἐλεύθερον ἀνυπόδικος ὢν καὶ ἀ-
ζάμιος [κ]αθώς κα συλάση. μάρτυρο[ι]·
οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος,
Πραξίας καὶ ὁ νεωκόρος Μένης καὶ
ὁ προστάτας Δρομοκλείδας, ἰδιῶται
25 Ἀρχέλαος Δαμοσθένεος, Ἀστόξενος,
Εὐκλείδας Καλλείδα, Ἁγίων Πολυ-
κλείτου.
Search Help