[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Πεισιθέου τοῦ Ξένωνος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε
ἀπέδοντο Ἀρτεμίδωρος Ἀπολλωνίου, Ἄθαμβος Ἁβρομάχου,
Κλέων Δαμοσθένεος, Διονύσιος Ἰρανίωνος παιδάριον ὧι ὄνο-
μα Σωτήριχος, τὸ πρότερον <ὂ>ν Νικασίππου, τὸ γένος ἐνδογε-
5 νὲς τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν
στατήρων δεκαεπτὰ δραχμᾶς, καὶ τὰν τιμὰν ἔχοντι πᾶ-
σαν, καθὼς ἐπίστευσε Σωτήριχος τὰν ὠνὰν τῶι θεῶι,
ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν τὸν πάντα χρόνον καὶ ἀνέφα-
πτος ἀπὸ πάντων, ποιέων ὅ κα θέλη. εἰ δέ τίς κα ἐφάπτη-
10 ται Σωτηρίχου ἐπὶ καταδουλισμῶι, κύριος ἔστω
ὁ παρατυχὼν συλέων Σωτήριχον ἀζάμιος ἐὼν
καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. βεβαι-
ωτὴρ κατὰ τὸν νόμον· Ἡράκων Παρνασίου. μάρ-
τυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Πραξίας καὶ οἱ
15 ἄρχοντες τᾶς πόλιος Εὔδοκος Πραξία, Ἀγησί-
λαος Ταραντίνου· Πατρέας Ἀνδρονίκου, Διό-
δωρος Ἡράκωνος, Βάκχιος. ἁ ὠνὰ παρὰ τὸν ἱε-
ρῆ Πραξίαν.
Search Help