[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Πεισιθέου τοῦ Ξένωνος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε |
ἀπέδοντο Ἀρτεμίδωρος Ἀπολλωνίου, Ἄθαμβος Ἁβρομάχου, | |
Κλέων Δαμοσθένεος, Διονύσιος Ἰρανίωνος παιδάριον ὧι ὄνο- | |
μα Σωτήριχος, τὸ πρότερον <ὂ>ν Νικασίππου, τὸ γένος ἐνδογε- | |
5 | νὲς τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν |
στατήρων δεκαεπτὰ δραχμᾶς, καὶ τὰν τιμὰν ἔχοντι πᾶ- | |
σαν, καθὼς ἐπίστευσε Σωτήριχος τὰν ὠνὰν τῶι θεῶι, | |
ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν τὸν πάντα χρόνον καὶ ἀνέφα- | |
πτος ἀπὸ πάντων, ποιέων ὅ κα θέλη. εἰ δέ τίς κα ἐφάπτη- | |
10 | ται Σωτηρίχου ἐπὶ καταδουλισμῶι, κύριος ἔστω |
ὁ παρατυχὼν συλέων Σωτήριχον ἀζάμιος ἐὼν | |
καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. βεβαι- | |
ωτὴρ κατὰ τὸν νόμον· Ἡράκων Παρνασίου. μάρ- | |
τυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Πραξίας καὶ οἱ | |
15 | ἄρχοντες τᾶς πόλιος Εὔδοκος Πραξία, Ἀγησί- |
λαος Ταραντίνου· Πατρέας Ἀνδρονίκου, Διό- | |
δωρος Ἡράκωνος, Βάκχιος. ἁ ὠνὰ παρὰ τὸν ἱε- | |
ρῆ Πραξίαν. |