[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Πισιθέου τοῦ Ξένωνος μηνὸς Θευξενί- |
ου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὔανδρος καὶ Καλλιστώ, συνευ- | |
δοκεουσᾶν καὶ τᾶν θυγατέρων Αἴθρας καὶ Καλλιστοῦς, | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Εὔ[ι]- | |
5 | ος τὸ γένος Θρᾶικα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ |
τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Εὔιος τῶι θε- | |
ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀ- | |
πὸ πάντων τὸμ πάντα χρόνον, ποιέων ὅ κα θέλη καὶ ἀπο- | |
τρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλι- | |
10 | ος· Εὔδοκος Πραξία. εἰ δέ τις ἅπτοιτο Εὐίου ἐπὶ καταδουλισ- |
μῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀ- | |
ποδόμενοι Εὔανδρος καὶ Καλλιστὼ καὶ ὁ βεβαιωτὴρ Εὔ- | |
δοκος. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, | |
πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοί- | |
15 | ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ- |
λέοντες Εὔιον ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόν- | |
τες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυ- | |
ροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας | |
καὶ οἱ ἄρχοντες Εὔδοκος, Ἀγησίλαος, Γλαῦκος | |
20 | καὶ ἰδιῶται Λαιάδας Βαβύλου, Ἀνδρομένης βαβύλου. |