[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Πισιθέου τοῦ Ξένωνος μηνὸς Θευξενί-
ου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὔανδρος καὶ Καλλιστώ, συνευ-
δοκεουσᾶν καὶ τᾶν θυγατέρων Αἴθρας καὶ Καλλιστοῦς,
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Εὔ[ι]-
5 ος τὸ γένος Θρᾶικα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ
τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Εὔιος τῶι θε-
ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀ-
πὸ πάντων τὸμ πάντα χρόνον, ποιέων ὅ κα θέλη καὶ ἀπο-
τρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλι-
10 ος· Εὔδοκος Πραξία. εἰ δέ τις ἅπτοιτο Εὐίου ἐπὶ καταδουλισ-
μῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀ-
ποδόμενοι Εὔανδρος καὶ Καλλιστὼ καὶ ὁ βεβαιωτὴρ Εὔ-
δοκος. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν,
πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοί-
15 ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ-
λέοντες Εὔιον ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόν-
τες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυ-
ροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας
καὶ οἱ ἄρχοντες Εὔδοκος, Ἀγησίλαος, Γλαῦκος
20 καὶ ἰδιῶται Λαιάδας Βαβύλου, Ἀνδρομένης βαβύλου.
Search Help