[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Πισιθέου τοῦ Ξένωνος μηνὸς Θευξενί- |
| ου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὔανδρος καὶ Καλλιστώ, συνευ- | |
| δοκεουσᾶν καὶ τᾶν θυγατέρων Αἴθρας καὶ Καλλιστοῦς, | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Εὔ[ι]- | |
| 5 | ος τὸ γένος Θρᾶικα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ |
| τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Εὔιος τῶι θε- | |
| ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀ- | |
| πὸ πάντων τὸμ πάντα χρόνον, ποιέων ὅ κα θέλη καὶ ἀπο- | |
| τρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλι- | |
| 10 | ος· Εὔδοκος Πραξία. εἰ δέ τις ἅπτοιτο Εὐίου ἐπὶ καταδουλισ- |
| μῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀ- | |
| ποδόμενοι Εὔανδρος καὶ Καλλιστὼ καὶ ὁ βεβαιωτὴρ Εὔ- | |
| δοκος. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, | |
| πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοί- | |
| 15 | ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ- |
| λέοντες Εὔιον ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόν- | |
| τες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυ- | |
| ροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας | |
| καὶ οἱ ἄρχοντες Εὔδοκος, Ἀγησίλαος, Γλαῦκος | |
| 20 | καὶ ἰδιῶται Λαιάδας Βαβύλου, Ἀνδρομένης βαβύλου. |