SGDI II 2262
[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Πεισιθέου τοῦ Ξένωνος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσ-
δε ἀπέδοτο Λυσίας Εὐφρονίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
μα γυναικεῖον ἇι ὄνομα Νικομάχα τὸ γένος οἰκογενῆ, τιμᾶς
ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς
5 ἐπίστευσε Νικομάχα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέ-
ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον ποι-
έουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κα-
τὰ τὸν νόμον τᾶς πόλιος· Καλλείδας Εὐκλείδα. εἰ δέ τίς κα ἅ-
πτηται Νικομάχας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι
10 θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Λυσίας Εὐφρονίου καὶ ὁ βεβαι-
ωτὴρ Καλλείδας κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ πα-
ρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Νικομάχαν ὡς ἐ-
λευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ
ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος
15 καὶ οἱ ἄρχοντες Εὔδοκος, Ἀγησίλαος, Γλαῦκος καὶ ἰδιῶται Μένης,
Φιλοκράτης Θευφράστου, Ἀνδρομένης Θεοδωρίδα, Ξένων Ξένω-
νος, Ἀριστίων Νικάνδρου, Τιμόκριτος, Εὐκλείδας.
Search Help
Contact Us