SGDI II 2261
[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος ἐν Δελφοῖς Κλευδάμου μηνὸς Ἡρακλείου,
ἐν δὲ Ἀμφίσσα ἄρχοντος Χαριξένου μηνὸς Ποκίου, ἀπέδοτο Ἄγων
Ἐπιχαρίδα, συνευδοκεόντων καὶ τῶν υἱῶν αὐτοῦ Ἁ[γί]ωνος, Ἐπιχα-
ρίδα, Λυκίδα, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σκύλ-
5 λα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, καὶ τὰν
τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους καὶ κατὰ τὸ σύμβο-
λον· Τιμοκλῆς Θρασέα Δελφός. παραμινάτω δὲ Σκύλλα παρὰ Εὐ-
κλείδαν Ἀμεινοκλέος ἕως κα ζῆ Εὐκλείδας ποιοῦσα πᾶν τὸ δυ-
νατόν. εἰ δέ τις ἐφάπτοιτο Σκύλλας ἐπὶ καταδουλισ[μῶι, κύ]ριος
10 ἔστω ὁ παρατυχὼν συλέων αὐτὰν ὡς ἐλευθέραν, καὶ ὁ βεβαιωτὴρ
βεβαιούτω, καθὼς ἐπίστευσε Σκύλλα τῶι θεῶι τὰν ὠ[νάν]. ὁ δὲ προ-
ϊστάμενος καὶ συλέων Σκύλλαν καὶ ὁ βεβαιῶν τῶι θεῶι ἀζάμιος
ἔστω καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. εἰ δὲ μὴ θέλοι παρα-
μεῖναι Σκύλλα παρὰ Εὐκλείδαν, καθὼς γέγραπται, κύριος ἔστω Εὐ-
15 κλείδας ἐπιτιμέων Σκύλλαι καὶ μαστιγώων πλαγαῖς ἀσινέοις. ἁ [δὲ]
ὠνὰ κυρία ἔστω ἀναγεγραμμένα ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος.
μάρτυροι· καὶ οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Δρομοκλείδας, Ἄρχων καὶ ὁ νεοκό-
ρος Μένης καὶ οἱ ἄρχοντες Κλεύδαμος, Ἁγίων, Μνασίθεος καὶ ἰδιῶται
Εὐκλῆς Δελφοί· Μνασίλαος, Δαμοκλῆς, [Ἀ]γαθίων, Θάῤῥ[υς] Ἀμφισσεῖς.
Search Help
Contact Us