[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Βαβύλου τοῦ Αἰακίδα μηνὸς Δαι-
δαφορίου, ἀπέδοτο Μνασιστράτα Σωκλέος
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον
ἇι ὄνομα Νίκαια, τιμᾶς ἀργυρίου μνᾶν πέν-
5 τε, καὶ τὰν τιμὰν ἔχει. καθὼς ἐπίστευσε Νί-
καια τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτωι ἐλευ-
θέραν εἶμεν τὸν πάντα χρόνον, ποιοῦσαν
ὅ κα θέλη καὶ ἀποτρέχουσα ὅπα κα θέλη. εἰ
δέ τις καταδουλίζοιτο Νίκαιαν, κύριος ἔ-
10 στω ὁ παρεντυχὼν συλέων Νίκαιαν ἀνυπόδικος ἐὼν καὶ ἀζάμιος
πάσας δίκας καὶ ζαμίας. βεβαιωτήρ· Ἀριστίων Ἄγωνος, κατὰ τοὺς
νόμους τᾶς πόλιος. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρό-
νικος καὶ ἰδιῶται Εὐκράτης Καλλίκωνος, Ἵππων Ἀθανίωνος, Φιλιστίων,
Ἀνδρόξενος, Νικέας Ἀγησάρχου, Τιμόκριτος Εὐκλείδα.
Search Help
Contact Us