[ ] Phokis — Delphi — 100-50 BC
1 ἄρχοντος Φιλονείκου τοῦ Νικία μηνὸς Θεοξενίου, βουλευόντων Πάτρω-
νος, Εὐκλείδα, Δάμωνος, Στράτωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Κλεόδαμος
καὶ Ἡραΐς, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτῶν Μαντία, τῶι Ἀπόλλωνι τῶι
Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νίκαια τὸ γένος οἰκογενές, τιμᾶς
5 ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν, καθὼς ἐπίστευ-
σε τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν
εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν-
TA BI/ON. BEBAIWTH/R: *DIONU/SIOS *)ASTOCE/NOU. EI) DE/
τις ἐφάπτοιτο Νικέας ἐπὶ καταδουλισμῶι,
10 βέβαιον παρεχέτωσαν τῶι θεῶι τὰν ὠνὰν
οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ
ὁ παρατυχὼν κύριος ἔστω συλέων Νίκε-
αν ὡς ἐλευθέραν οὖσαν. μάρτυροι· ὁ ἱερεὺς
τοῦ Ἀπόλλωνος Ἐμμενίδας· Κλέων, Πυῤῥ-
15 ίας, Νικάνωρ, Πεισίστρατος, Σάτυρος.
Search Help
Contact Us