[ ] Phokis — Delphi — 50 BC
1 ἄρχοντος Πεισιστράτου, μηνὸς Ἰλαίου, βουλευόντων Διοδώρου, Ἁγίω-
νος, Ἀγησιλάου, Φίλωνος, ἀπέδοτο Γάϊος Ἀππώνιος Γαΐου Διονύσιος τῶι Ἀ-
πόλλωνι κοράσιον ἇι ὄνομα Φιλὼ ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου στατήρων
δέκαπέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς
5 πόλιος· Καλλίας Εὐκλείδα. καθὼς ἐπίστευσε Φιλὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν
καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον. παραμινάτω δὲ Φιλὼ ἐν τῶι τρο-
φεᾶι Συμμάχωι καὶ Σωσικρατείαι ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν.
κύριοι ἔστωσαν ἐπιτιμέοντες τρόπωι ὧι κα θέλωντι. εἰ δέ τις ἐφάπτοιτο
ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βε-
10 βαιωτήρ. κύριος δὲ ἔστω καὶ ὁ παρατυχὼν συλέων ἐλευθέραν ἀζάμιος ὢν καὶ ἀνυπόδικος.
μάρτυροι· οἱ ἱερεῖς Ἐμμενίδας, Λαϊάδας· Πάσων, Διόδωρος, Σάτυρος.
Search Help
Contact Us