[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ξενοκρίτου, μηνὸς Δαιδαφορίου,
ἀπέδοτο Σωτίμα Πολίτα τῶι Ἀπόλλωνι τῶι
Πυθίωι, συνευδοκεόντων καὶ τῶν υἱῶν αὐ-
τᾶς Διονυσίου καὶ Πολίτα, σῶμα γυναικεῖον
5 οἰκογενῆ ἇι ὄνομα Ἀλκυονίς, τιμᾶς ἀργυρίου
μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει. βεβαιωτῆ-
ρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Διονύσι-
ος καὶ Πολίτας Ἀσάνδρου. καθὼς ἐπί-
στευσε Ἀλκυονὶς τῶι θεῶι
10 τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶ-
μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων
τὸν πάντα βίον, ποιέουσα ὅ κα θέληι
καὶ ἀποτρέχουσα οἷς κα θέληι. εἰ δέ τις
ἐφάπτοιτο Ἀλκυονίδος ἐπὶ καταδουλι-
15 σμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς
ἐοῦσαν ἐλευθέραν ἀζάμιος ὢν καὶ ἀνυπόδικος
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ
Ἀπόλλωνος Ἄρχων, καὶ τῶν ἀρχόντων Γενναῖος,
Σώξενος, Σωσίπατρος καὶ ἰδιῶται Τιμόκριτος, Ἀν-
20 τιγένης Ἄγωνος, Καλλείδας Εὐκλείδα.
Search Help
Contact Us