[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δαμοστράτου μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε ἀ-
πέδοτο Ἱέρων Θεοδότου, συνευδοκέοντος τοῦ υἱοῦ Θεο-
δότου, τῶι θεῶι σῶμα γυναικεῖον ἇι ὄνομα Δημητρία, τιμᾶς ἀρ-
γυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κα-
5 τὰ τὸν νόμον· Ζήνων Σωσίππου. παραμενέτω δὲ Δημητρία παρὰ Ἱέ-
ρωνα, ἐάν τε ἐν Δελφοῖς κατοικῆι ἐάν τε ἐν ἑτέραι πόλει κρίνηι κατοι-
κεῖν, ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δέ κα μὴ ποιῆι τὸ
ἐπιτασσόμενον ἢ μὴ μένηι παρὰ Ἱέρωνα ἢ συνακολουθῆι ἐν οὓς ἂν τό-
πους Ἱέρων αἱρῆ{ι}ται {²⁶αἱρῆται}²⁶, κύριος ἔστω Ἱέρων ἐπιτιμέων καὶ κολάζων
10 W(=I KA PROAIRH=[3I]3TAI {26PROAIRH=TAI}26 TRO/PWI. E)PEI\ DE/ KA/ TI PERI\ *(IE/RWNA GE/NHTAI A)NQRW/-
πινον, ἀποτρεχέτω Δημητρία ἐν οὓς ἂν κρίνηι τόπους, ἐλευ-
θέρα οὖσα καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον.
εἰ δέ τις καταδουλίζηται Δημητρίαν, κυρία ἔστω αὐσαυτὰν
συλέουσα, καὶ ἄλλος ὁ παρεντυχών, καὶ ὁ βεβαιωτὴρ βεβαι-
15 ούτω τῶι θεῶι κατὰ τὸν νόμον. μάρτυροι· ὁ ἱαρεὺς Ἀνδρόνι-
κος, καὶ τοὶ ἄρχοντες Γλαῦκος, Ἄθαμβος, Σώξενος, ἰδιῶται
Δρομοκλείδας, Τιμοκλῆς.
Search Help
Contact Us