[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος Ξενοκ[ρίτου, μηνὸς] Θεοξε- |
νίου, βουλευόντων [τὰν δευτέ]ραν ἑξά- | |
μηνον Κλέωνος τοῦ [Κλεοδάμου], Καλλικρά- | |
τιος τοῦ Διοδώρου, [γραμματεύο]ντος δὲ | |
5 | Μεγάρτα τοῦ Μελι[σσίωνος, ἐπὶ] τοῖσδε |
ἀπέδοτο Δεξώνδας [Δάμωνος, συν]ευδοκε- | |
όντων καὶ τῶν υἱῶν [αὐτοῦ Δ]άμωνος καὶ | |
Ἀγάθωνος, τῶι Ἀπόλλ[ωνι τ]ῶι Πυθίωι | |
σῶμα ἀνδρεῖον ὧι ὄνομα [Παρ]νασσὸς, τὸ | |
10 | γένος Σύρον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, |
καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- | |
σε Παρνασσὸς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- | |
θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάν- | |
τα βίον, ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς | |
15 | κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλι- |
ος· Δάμων Δεξώνδα. εἰ δέ τις ἐφάπτοιτο Παρ- | |
νασσοῦ ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόν- | |
τω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Δε- | |
ξώνδας καὶ ὁ βεβαιωτὴρ Δάμων. ὁμοίως δὲ | |
20 | καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συ- |
λέοντες Παρνασσὼ ὡς ἐλεύθερον ἐόντα | |
ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δί- | |
κας καὶ ζαμίας. μὴ ἀπαλλοτριωσάτω δὲ Παρ- | |
νασσὸς τὰ ὑπάρχοντα ἀπὸ Δεξώνδα καὶ τῶν | |
25 | υἱῶν κατὰ μηθένα τρόπων, κυριευέτω δὲ ὧ<ν> |
κα ἔχηι Παρνασσὸς ἕως κα ζώηι καὶ μὴ ἀφελέ- | |
σθω μηθεὶς Παρνασσοῦ μηθέν, προστάταν | |
δὲ νεμέτω Δεξώνδαν καὶ τοὺς ἐγγόνους | |
Δεξώνδα. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος | |
30 | Ἄρχων καὶ οἱ ἄρχοντες Κλέων Κλεοδάμου, |
Καλλικράτης, Μεγάρτας καὶ ἰδιῶται Λαιάδας, | |
Καλλίκων, Μικκύλος, Ἁβρόμαχος Μαντία, Κλεόδα- | |
μος Καλλιγένεος, Διόδωρος Φιλάγρου, Πασίων Κλέ- | |
ωνος. |