[ ]
Phokis — Delphi
1 | ἄρχοντος ἐν Δελφοῖς Δάμωνος τοῦ Πολεμά- |
ρχου, μηνὸς Ἐνδυσποιτροπίου, βουλεύοντος Ξεναγό- | |
ρα τοῦ Ἁβρομάχου, ἐν δὲ Ἀφίσει(!) ἄρχοντος Σίμου τοῦ Ἀπ- | |
ολλωνίου, μηνὸς Ποιτροπίου, ἀπέδοτο Ἀριστὼ | |
5 | Πύρρου, συνευ[δο]κέοντος καὶ τοῦ υἱοῦ αὐτᾶς Ζωπύρου τοῦ Ἄρχωνος |
Τιθορέος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικῆον κοράσιον οἰκογενές, | |
ἇι ὄνομα Ἐρωτίς, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν τιμὰν ἀπέχει | |
πᾶσαν. βεβαιωτὴρ Δελφὸς μὲν Αἰακίδας Εὐκλείδα, Ἀμφισσεὺς δὲ | |
Ἄξιος Σωτηρίχου, ὥστε μηθενὶ ποθήκειν αὐτὰν κατὰ μηθένα τρόπον, | |
10 | ἀλλ’ εἶμεν ἐλευθέραν καὶ ἀνέφαπτον πάντα χρόνον ἀπὸ παντός, καθὼς |
ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰν Ἐρωτίς. εἰ δέ τις ἐφάπτοιτο αὐτᾶς ἐπὶ κατα- | |
δουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἐπ’ ἐλευθερίαι οἵ τε ἀπο- | |
δόμενοι καὶ οἱ βεβαιωτῆρες, καὶ ἄλλος ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω συλέων | |
Ἐρωτὶν ἐλευθέραν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος ὁ συλέων πάσας δίκας καὶ ζαμίας. | |
15 | μάρτυρες· οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διόδωρος Φιλονίκου, Πολέμαρχος Δάμωνος· |
καὶ ἰδιῶται Στραταγὸς Φίλωνος, Διονύσιος Ἀστοξένου, Εὐκλείδας Αἰακίδα, | |
Σωσίρεις Φιλίππου, Σάτυρος Ζωίλου. |