SGDI II 2249
[ ] Phokis — Delphi
1 ἄρχοντος ἐν Δελφοῖς Δάμωνος τοῦ Πολεμά-
ρχου, μηνὸς Ἐνδυσποιτροπίου, βουλεύοντος Ξεναγό-
ρα τοῦ Ἁβρομάχου, ἐν δὲ Ἀφίσει(!) ἄρχοντος Σίμου τοῦ Ἀπ-
ολλωνίου, μηνὸς Ποιτροπίου, ἀπέδοτο Ἀριστὼ
5 Πύρρου, συνευ[δο]κέοντος καὶ τοῦ υἱοῦ αὐτᾶς Ζωπύρου τοῦ Ἄρχωνος
Τιθορέος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικῆον κοράσιον οἰκογενές,
ἇι ὄνομα Ἐρωτίς, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν τιμὰν ἀπέχει
πᾶσαν. βεβαιωτὴρ Δελφὸς μὲν Αἰακίδας Εὐκλείδα, Ἀμφισσεὺς δὲ
Ἄξιος Σωτηρίχου, ὥστε μηθενὶ ποθήκειν αὐτὰν κατὰ μηθένα τρόπον,
10 ἀλλ’ εἶμεν ἐλευθέραν καὶ ἀνέφαπτον πάντα χρόνον ἀπὸ παντός, καθὼς
ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰν Ἐρωτίς. εἰ δέ τις ἐφάπτοιτο αὐτᾶς ἐπὶ κατα-
δουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἐπ’ ἐλευθερίαι οἵ τε ἀπο-
δόμενοι καὶ οἱ βεβαιωτῆρες, καὶ ἄλλος ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω συλέων
Ἐρωτὶν ἐλευθέραν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος ὁ συλέων πάσας δίκας καὶ ζαμίας.
15 μάρτυρες· οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διόδωρος Φιλονίκου, Πολέμαρχος Δάμωνος·
καὶ ἰδιῶται Στραταγὸς Φίλωνος, Διονύσιος Ἀστοξένου, Εὐκλείδας Αἰακίδα,
Σωσίρεις Φιλίππου, Σάτυρος Ζωίλου.
Search Help
Contact Us