SGDI II 2248
[ ] Phokis — Delphi — 177 BC
1 ἄρχοντος Πραξία, μηνὸς Βυσίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Νικόδαμος Πεισίλα τῶι Ἀπόλλωνι τῶι
Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Διονυσία,
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπί-
5 στευσε Διονυσία τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ὧι
τε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ
πάντων τὸμ πάντα βέον, ποέουσα ὅ κα θέ-
ληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτῆ-
ρες κατὰ τὸν νόμον· Κράτων Νικοδάμου,
10 Ἀγέας Ἀλεξάνδρου. εἰ δέ τίς κα
ἅπτηται Διονυσίας, βέβαιον παρε-
χόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε
ἀποδόμενος Νικόδαμος καὶ οἱ βεβαι-
ωτῆρες Κράτων, Ἀγέας. εἰ δὲ μὴ πα-
15 ρέχωντι, πράκτιμοι ἐόντων κατὰ
τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχά-
νοντες κύριοι ἐόντων συλέοντες ὡς
ἐλευθέραν οὖσαν, ἀζάμιοι ἐόντες
καὶ ἀνυπόδικοι πάσας δίκας καὶ
20 ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς
Ἄθαμβος, Ἀμύντας· ἰδιῶται
Μένης, Μαντίας, Εὐκλείδας.
Search Help
Contact Us