[ ]
Phokis — Delphi — 177 BC
1 | ἄρχοντος Πραξία, μηνὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο Διονύσιος Ἀσάνδρου Δελφὸς τῶι Ἀπόλλωνι τῶι |
Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀγάθων τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ἀγάθων τῶι | |
θεῶι τὰν ὠνάν. βεβαιωτὴρ κατὰ τὸν νόμον· Σώπολις Ἀσάνδρου Δελφός. Παραμεινάτω δὲ Ἀγάθων | |
παρὰ Διονύσιον ἄχρι κα ζώηι Διονύσιος, ποιέων τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δέ κα μὴ παρα- | |
5 | μένηι μηδὲ ποιῆι τό ποτιτασσόμενον δυνατὸς ἐών, ἐξέστω Διονυσίωι κολάζειν ὥς κα αὐτὸς θέληι. |
Ἐπεὶ δέ κα τελευτάσηι Διονύσιος, ἐλεύθερος ἔστω Ἀγάθων, κυριεύων αὐτὸς αὑτοῦ, καὶ ποιέων | |
ὅκα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Ἀγάθωνος ἐπὶ καταδουλισ- | |
μῶι, τελευτάσαντος Διονυσίου, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νό- | |
μον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον ὄντα, ἀζάμιοι | |
10 | ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς Ἄθαμβος, Ἀμύντας, καὶ ἰδιῶται |
Δαμοχάρης, Πάτρων, Καλλίκων, Ἀρισταίνετος, Ὀρθαῖος, Κάλλων. |