[ ] Phokis — Delphi — 177 BC
1 ἄρχοντος Πραξία, μηνὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο Διονύσιος Ἀσάνδρου Δελφὸς τῶι Ἀπόλλωνι τῶι
Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀγάθων τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ἀγάθων τῶι
θεῶι τὰν ὠνάν. βεβαιωτὴρ κατὰ τὸν νόμον· Σώπολις Ἀσάνδρου Δελφός. Παραμεινάτω δὲ Ἀγάθων
παρὰ Διονύσιον ἄχρι κα ζώηι Διονύσιος, ποιέων τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δέ κα μὴ παρα-
5 μένηι μηδὲ ποιῆι τό ποτιτασσόμενον δυνατὸς ἐών, ἐξέστω Διονυσίωι κολάζειν ὥς κα αὐτὸς θέληι.
Ἐπεὶ δέ κα τελευτάσηι Διονύσιος, ἐλεύθερος ἔστω Ἀγάθων, κυριεύων αὐτὸς αὑτοῦ, καὶ ποιέων
ὅκα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Ἀγάθωνος ἐπὶ καταδουλισ-
μῶι, τελευτάσαντος Διονυσίου, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νό-
μον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον ὄντα, ἀζάμιοι
10 ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς Ἄθαμβος, Ἀμύντας, καὶ ἰδιῶται
Δαμοχάρης, Πάτρων, Καλλίκων, Ἀρισταίνετος, Ὀρθαῖος, Κάλλων.
Search Help