[ ] Phokis — Delphi — 187/186 BC
1 ἄρχοντος Πεισίλα, μηνὸς Ποιτροπίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Ἰσχέας Δωροθέου Οἰ-
ανθεύς, συνεπαινεούσας Ἀγήσας τᾶς
Ζεύξιος θυγατρὸς Οἰανθίδος, τῶι Ἀπόλλω-
5 νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Δορ-
κίνας τιμᾶς ἀργυρίου μνᾶν δύο καὶ ἡμιμναί-
ου, καθὼς ἐπίστευσε Δορκίνας τῶι θεῶι τὰν
ὠνὰν ἐφ’ ὧι τε ἐλεύθερον εἶμεν καὶ ἀνέ-
φαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποέον-
10 τα ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸ-
ν νόμον· Πειθαγόρας Ξένωνος, Κρά-
των Νικοδάμου Δελφοί. μάρτυρες· τοὶ ἱε-
ρεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος, καὶ
τοὶ ἄρχοντες Θεόφραστος, Ξένων, Ἀριστοτέ-
15 λης· ἰδιῶται Γλαῦκος, Βαβύλος, Ταραντῖνος,
Δαμοχάρης, Κλεοφάνης Δελφοί.
Search Help
Contact Us