[ ] Phokis — Delphi — May/June 179 BC
1 [ἄρχο]ντος Μαντία, μηνὸ
Ἡρα]κλείου, ἐπὶ τοῖσδε ἀπέ-
δοτο Σώπολις Ἀσάν-
δρου Δελφὸς τῶι Ἀπόλ-
5 LWNI TW=I *PUQI/WI SW=MA GU-
ναικεῖον ἇι ὄνομα Ἐπιξένα τι-
μᾶς ἀργυρίου μνᾶν τριῶν,
καθὼς ἐπίστευσε Ἐπιξένα
τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ὧι
10 τε ἐλευθέρα εἶμεν καὶ ἀνέ-
φαπτος ἀπὸ πάντων τὸμ
πάντα βίον, ποέουσα ὅ κα θέ-
ληι καὶ ἀποτρέχουσα οἷς κα
θέληι. βεβαιωτὴρ κατὰ τὸν
15 νόμον. Χαρίξενος Ἀμυνέ-
α Δελφός
μάρτυρες· τοὶ ἱερεῖς
τοῦ Ἀπόλλωνος Ἄθαμ-
βος, Ἀμύντας, τῶν δὲ ἀρχόν-
20 των Σωδαμίδας, Ξενέας
ἰδιῶται Δαμοχάρης καὶ Εὐ-
κλείδας Καλλείδα.
Search Help
Contact Us