[ ]
Phokis — Delphi — 187 BC
1 | ἄρχοντος Πεισίλα, μηνὸς Βοαθόου, ἐπὶ [τοῖσδε] |
ἀπέδοτο Ξεναίνα Φιλωνίδα Δελφὶς τῶ[ι Ἀπόλλω]- | |
νι τῶι Πυθίωι σώματα ἀνδρεῖα δύο, οἷς ὀνόμα | |
τα Σωτίων, Λύκων, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, | |
5 | καθὼς ἐπίστευσαν Σωτίων καὶ Λύκων τῶι [θε]ῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρους εἶμεν [καὶ] |
ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα βί[ον], | |
ποέοντας ὅ κα θέλωντι. βεβαιωτῆρες κατὰ [τὸν] | |
νόμον· Βούλων Πεισιστράτου, Ἀθανίων Ἡρία | |
Δελφοί. μάρτυρες· τοὶ ἱερεῖς [Ξέ]- | |
10 | νων, Ἄθαμβος, καὶ τοὶ ἄρχοντες Θεόφραστος, [Ξέ]- |
νων, Ἀριστοτέλης· ἰδιῶται Πολύκλειτος Πεισίλ[α], | |
Δαμοχάρης Καλλείδα, Κλέων Καλλιγένεος, Χ[αρί]- | |
ξενος Ἀμυνέα, Ἀγάθων Ἀθάμβου, Εὐκλείδας | |
15 | Καλλείδα. |