[ ] Phokis — Delphi — 187 BC
1 ἄρχοντος Πεισίλα, μηνὸς Βοαθόου, ἐπὶ [τοῖσδε]
A)PE/DOTO *CENAI/NA *FILWNI/DA *DELFI\S TW=[I *)APO/LLW]-
νι τῶι Πυθίωι σώματα ἀνδρεῖα δύο, οἷς ὀνόμα
τα Σωτίων, Λύκων, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ,
5 καθὼς ἐπίστευσαν Σωτίων καὶ Λύκων τῶι [θε]ῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρους εἶμεν [καὶ]
ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα βί[ον],
ποέοντας ὅ κα θέλωντι. βεβαιωτῆρες κατὰ [τὸν]
νόμον· Βούλων Πεισιστράτου, Ἀθανίων Ἡρία
Δελφοί. μάρτυρες· τοὶ ἱερεῖς [Ξέ]-
10 νων, Ἄθαμβος, καὶ τοὶ ἄρχοντες Θεόφραστος, [Ξέ]-
νων, Ἀριστοτέλης· ἰδιῶται Πολύκλειτος Πεισίλ[α],
Δαμοχάρης Καλλείδα, Κλέων Καλλιγένεος, Χ[αρί]-
ξενος Ἀμυνέα, Ἀγάθων Ἀθάμβου, Εὐκλείδας
15 Καλλείδα.
Search Help
Contact Us