[ ] Phokis — Delphi — 187 BC
1 ἄρχοντος Κλεοδάμου τοῦ Πολυκλείτου, μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο
Καλλὶς Πεισίλα Ἀμβρυσσία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα [Δορ]-
κίνας καὶ ἄλλο γυναικεῖον ὧι ὄνομα Λαίς, οἰκογενεῖς, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, κα[θὼς]
ἐπίστευσαν Δορκίνας καὶ Λαῒς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρους εἶμεν [καὶ]
5 ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα βίον, καὶ ποέοντας ὅ κα θέλωντι. βεβαιωτῆρ[ες]
κατὰ τὸν νόμον· Ξενοκράτης Ἀριστοδάμου Μεδεώνιος, Ἀλκίμαχος Δεινέα Ἀμβ[ρύσ]-
σιος, Χαρίξενος Ἀμυνέα Δελφός. μάρτυρες τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος· Ξένων, Ἄθα[μβος],
καὶ τοὶ ἄρχοντες Ὀρθαῖος, Ξενοκράτης· ἰδιῶται Ἀμύντας, Δαμοχάρης, Διονύσιος Δελφ[οί].
Search Help
Contact Us