[ ] Phokis — Delphi — 177 BC
1 ἄρχοντος Μελισσίωνος, μηνὸς
Ἡραίου, ἐπὶ τοῖς δε ἀπέδοτο Ἀρι-
στίων Ἐχεκρατίδα Δελφὸς τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυ-
5 ναικεῖον ἇι ὄνομα Σωσίχα, ἐν-
δογενῆ, τιμᾶς ἀργυρίου μνᾶν
τ[ριῶ]ν, καὶ τὰν τιμὰν ἔχει. βε-
βαιωτὴρ κατὰ τὸ νόμον· Δά-
μων Τ[ελ]εσάρχου, ὥστε
10 ἐλευθέρα[ν] εἶμεν Σωσί-
χαν, κα[θὼς ἐπί]στευσε
[τῶι] θεῶι [τὰν ὠ]νάν. μάρτυ-
[ρες· τοὶ] ἱερε[ῖς τοῦ][πόλλω]νος, καὶ
[τ]ῶν ἀρχόντων
15 Ἀνδρομένης, Δεξικρά-
τ[ης], καὶ ἰδιῶται Ἀνδρό-
νικος, Χαρίξενος, Ξενέας,
Ἀμφίστρατ[ος], Ἄρχων, Νίκων,
καὶ ὁ νεωκόρος Καλλίκων·
20 τὸ πινάκιον παρὰ Καλλίκωνα.
Search Help
Contact Us