[ ]
Phokis — Delphi — 177/176 BC
1 | ἄρχοντος Μελισσίωνος, μηνὸς Ποιτροπίου, ἐπὶ τοῖς δε ἀπέδο- |
το Ταραντῖνος Ἄρχωνος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
ἀνδρεῖον, ὧι ὄνομα Ζώϊλος, τιμᾶς ἀργυρίου στατήρων τεσσα- | |
ράκοντα, καθὼς ἐπίστευσε Ζώϊλος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι | |
5 | τε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάν- |
τα βίον, ποέων ὅ κα θέληι, καὶ ἀποτρέχων οἷς κα θέληι. | |
βεβαιωτὴρ κατὰ τὸν νόμον· Χαρίξενος | |
Ἀμυν[έα] Δελφός. μάρτυρες· τοὶ ἱερεῖς Ἄθαμ- | |
βος. Ἀμύν[τας]· Κλεύδαμος Κλέωνος, | |
10 | Δαμοχάρης Καλλείδα, Γλαῦκος Ξένωνος, |
Εὐκλείδας Καλλείδα, Δάμων Δεξώνδα. |