[ ] Phokis — Delphi — 177/176 BC
1 ἄρχοντος Μελισσίωνος, μηνὸς Ποιτροπίου, ἐπὶ τοῖς δε ἀπέδο-
το Ταραντῖνος Ἄρχωνος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
ἀνδρεῖον, ὧι ὄνομα Ζώϊλος, τιμᾶς ἀργυρίου στατήρων τεσσα-
ράκοντα, καθὼς ἐπίστευσε Ζώϊλος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι
5 τε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάν-
TA BI/ON, POE/WN O(/ KA QE/LHI, KAI\ A)POTRE/XWN OI(=S KA QE/LHI.
βεβαιωτὴρ κατὰ τὸν νόμον· Χαρίξενος
Ἀμυν[έα] Δελφός. μάρτυρες· τοὶ ἱερεῖς Ἄθαμ-
βος. Ἀμύν[τας]· Κλεύδαμος Κλέωνος,
10 Δαμοχάρης Καλλείδα, Γλαῦκος Ξένωνος,
Εὐκλείδας Καλλείδα, Δάμων Δεξώνδα.
Search Help
Contact Us