[ ] Phokis — Delphi — 186 BC
1 ἄρχοντος Πεισίλα, μηνὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Φαλακρίων Σωσικράτεος Λαμιεὺς τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα ἀνδρεῖον, ὧι ὄνομα Διονύσιος, οἰκογενῆ,
τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, καθὼς ἐπί-
5 στευσε Διονύσιος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλεύθε-
ρος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον,
ποέων ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ξενοκράτης
Καλλιτέλεος Λιλαιεύς. μάρτυρες τοὶ ἱερεῖς Ξένων,
Ἄθαμβος, τῶν δὲ ἀρχόντων Κλεόδαμος, ἰδιῶται
10 Χαρίξενος, Καλλίας, Εὔδαμος, Ἀγάθων, Σωδαμίδας.
Search Help
Contact Us