SGDI II 2232
[ ] Phokis — Delphi — 184 BC
1 ἄρχοντος Κράτωνος, μηνὸς Ἀπελλαίου, ἐπὶ τοῖσδε
ἀπέδοντο Πεισίλας. Κράτων Νικοδάμου Δελφοὶ
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα
Ἡρωίδας, τὸ γένος Τενέδιον, τιμᾶς ἀργυρίου μνᾶν
5 τεσσάρων, καθὼς ἐπίστευσε Ἡρωΐδας τῶι θεῶι τὰν ὠνὰν
ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων
τὸν πάντα βίον, ποέων ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν
νόμον· Δαμένης Ὀρέστα Δελφός. μάρτυρες· τοὶ ἱερεῖς
τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος, καὶ τῶν ἀρχόντων Διόδωρος, Πολυκράτης· ἰδιῶται Καλλίας,
10 Δαμοχάρης, Χαρίξενος.
Search Help
Contact Us