[ ]
Phokis — Delphi — 186 BC
1 | ἄρχοντος Πεισίλα, μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀγὼ Λαίνα Ἐριναία |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα δύο αἷς ὀνόματα Καλλώ, Σωσίπολις, | |
καὶ ἀνδρεῖον ἓν ὧι ὄνομα Διονυσοδωρος, ἐνδογενεῖς, τιμᾶς ἀργυρίου μνᾶν δέκα δύο. | |
βεβαιωτὴρ κατὰ τὸν νόμον· Νικόπολις Ἀριστομήδεος Ἐριναῖος. Παραμενόντων δὲ | |
5 | Καλλώ, Σωσίπολις, Διονυσόδωρος παρὰ Ἀγώ, ἄχρι κα ζώηι Ἀγώ, ποέοντες τὸ ποτιτασ- |
σόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δέ τί κα μὴ ποιέωντι τῶν ποτιτασσο- | |
μένων ὑπὸ Ἀγοῦς, καθὼς γέγραπται, δυνατοὶ ἐόντες, ἐξέστω Ἀγοῖ κολάζεν, κα- | |
θώς κα αὐτὰ θέληι, καὶ ἄλλωι ὑπὲρ Ἀγώ, ἀξαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας | |
δίκας. εἰ δέ τί κα πάθηι Ἀγώ, ἐλεύθεροι ἐόντων Καλλώ, Σωσίπολις, Διονυσόδωρος, | |
10 | κυριεύοντες αὐτὸς αὑτῶν καὶ ποέοντες ὅ κα θέλωντι, καθὼς ἐπίστευσαν τῶι |
θεῶι τὰν ὠνάν. εἰ δέ τις κα ἅπτηται Καλλοῦς, ἢ Σωσιπόλιος, ἢ Διονυσοδώρου, ἐπεί | |
κα τελευτάσηι Ἀγώ, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν ὠνάν, κατὰ τὸν | |
νόμον. Ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευ- | |
θέρους ὄντας, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας. μάρτυρες· τοὶ ἱερεῖς | |
15 | Ξένων, Ἄθαμβος, τῶν δὲ ἀρχόντων Κλεόδαμος, ἰδιῶται Εὐκλείδας, Πολύκλειτος, |
Δείνων Δελφοί, Θεόλαος, Ἀριστίων Ἐριναῖοι. |