[ ] Phokis — Delphi — 187/186 BC
1 ἄρχοντος Πεισ[ίλα], μηνὸς Ποιτ[ροπίου, ἐπὶ
τοῖσ]δε ἀπέδοτο Φιλοκράτης Θ[εοφράστου]
Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθ[ίωι σῶμα]
γυναικεῖον ἇι ὄνομα Νουία τιμᾶς ἀργ[υρίου]
5 μνᾶν τριῶν, καθὼς ἐπίστευσε Νουί[α τῶι θε]ῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέραν εἶμ[εν καὶ]
ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βί[ον. βεβαι]-
ωτῆρες κατὰ τὸν νόμον· Θεόφραστος, ․․․․․․․․
Φιλοκράτεος Δελφοί. Παραμεινάτω δ[ὲ Νουία]
10 παρὰ Φιλοκράτη ἄχρι κα ζώηι Φιλοκράτης,
ποέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν
ἀνεγκλήτως. εἰ δέ τι κα μὴ ποιῆι Νουία τῶν πο-
τιτασσομένων ὑπὸ Φιλοκράτεος, καθὼς γέ-
γραπται, δυνατὰ οὖσα, ἐξέστω Φιλοκράτει κολά-
15 ζειν, καθως κα αυτὸς δείδηται (?), καὶ ἄλλωι ὑπὲρ
Φιλοκράτη, ἀζάμιοις ὄντοις καὶ ἀνυποδίκοις
πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθηι Φι-
λοκράτης, ἐλευθέρα ἔστω Νουία, κυριεύουσα αὐ-
τὸς(!) αὑτᾶς καὶ ποέουσα ὅ κα θέληι, καθὼς ἐπί-
20 στευσε Νουία τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτη-
ται Νουίας τελευτάσαντος Φιλοκράτεος, βέβαιον
παρεχόντω οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν
κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον-
τες κύριοι ἐόντω συλέοντες ὡς ἐλευθέραν οὖσαν, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας
25 δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀ-
πόλλωνος Ξένων, Ἄθαμβος, καὶ τοὶ ἄρχοντες
Ξένων, Ἀριστοτέλης, ἰδιῶται Δαμοχάρης,
Ἀθανίων, Πράξων, Εὐκλείδας, Ἀρχιάδας,
Δίων, Ἀγάθων.
Search Help