[ ]
Phokis — Delphi — 187/186 BC
1 | ἄρχοντος Πεισ[ίλα], μηνὸς Ποιτ[ροπίου, ἐπὶ |
τοῖσ]δε ἀπέδοτο Φιλοκράτης Θ[εοφράστου] | |
Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθ[ίωι σῶμα] | |
γυναικεῖον ἇι ὄνομα Νουία τιμᾶς ἀργ[υρίου] | |
5 | μνᾶν τριῶν, καθὼς ἐπίστευσε Νουί[α τῶι θε]ῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέραν εἶμ[εν καὶ] |
ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βί[ον. βεβαι]- | |
ωτῆρες κατὰ τὸν νόμον· Θεόφραστος, ․․․․․․․․ | |
Φιλοκράτεος Δελφοί. Παραμεινάτω δ[ὲ Νουία] | |
10 | παρὰ Φιλοκράτη ἄχρι κα ζώηι Φιλοκράτης, |
ποέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν | |
ἀνεγκλήτως. εἰ δέ τι κα μὴ ποιῆι Νουία τῶν πο- | |
τιτασσομένων ὑπὸ Φιλοκράτεος, καθὼς γέ- | |
γραπται, δυνατὰ οὖσα, ἐξέστω Φιλοκράτει κολά- | |
15 | ζειν, καθως κα αυτὸς δείδηται (?), καὶ ἄλλωι ὑπὲρ |
Φιλοκράτη, ἀζάμιοις ὄντοις καὶ ἀνυποδίκοις | |
πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθηι Φι- | |
λοκράτης, ἐλευθέρα ἔστω Νουία, κυριεύουσα αὐ- | |
τὸς(!) αὑτᾶς καὶ ποέουσα ὅ κα θέληι, καθὼς ἐπί- | |
20 | στευσε Νουία τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτη- |
ται Νουίας τελευτάσαντος Φιλοκράτεος, βέβαιον | |
παρεχόντω οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν | |
κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον- | |
τες κύριοι ἐόντω συλέοντες ὡς ἐλευθέραν οὖσαν, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας | |
25 | δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀ- |
πόλλωνος Ξένων, Ἄθαμβος, καὶ τοὶ ἄρχοντες | |
Ξένων, Ἀριστοτέλης, ἰδιῶται Δαμοχάρης, | |
Ἀθανίων, Πράξων, Εὐκλείδας, Ἀρχιάδας, | |
Δίων, Ἀγάθων. |