[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Ξενοκρίτου, μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀμμίλα Ἐυτύχου τῶι Ἀπό-
λλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον κορίδιον, ἇι ὄνομα Ἀφροδισία τὸ γένος Βοι-
ωτὰν ἐγ Λεπαδήας, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ἀφρο-
δισία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν-
5 των τὸν πάντα βίον.
βεβαιωτὴρ(!) κατὰ τὸν νόμον·
Ἵππων Βαχχίου, Πολέμαρχος Χαριξένου. εἰ δέ τις αὐτᾶς ἐφάπτοιτο ἐπὶ καταδου-
λισμῶι, κύριος ἔστω συλέων ὁ παρατυχὼν ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμι-
ος ἐὼν καὶ ἀνυπόδικος ὁ συλέων πάσας δίκας καὶ ζαμίας. μάρτυροι·
10 ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων, καὶ οἱ ἄρχοντες Κλέων Κλευδάμου,
Καλλικράτης, Μεγάρτας, καὶ ἰδιῶται Τιμόκριτος, Χαρίξενος, Ἀγάθων.
Search Help
Contact Us