SGDI II 2224
[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Κλευδάμου, μηνὸς Ἀμαλίου, βουλευόντων τὰν δευ-
τέραν ἑξάμηνον Μνασιθέου τοῦ Διοδώρου, Ἁγίωνος τοῦ
Πολυκλείτου, γραμματεύοντος Κλευδάμου τοῦ Μαντία,
ἐπὶ τοῖς δε ἀπέδοτο Ξενὼ Θεοδώρου, συνευδοκεόντων καὶ
5 τῶν υἱῶν τᾶς θυγατέρος αὐτᾶς καὶ τᾶς θυγατέρος, τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἐρατώ, τὸ γένος οἰ-
κογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καί ἡμιμναίου, καὶ τὰν τι-
μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἐρατὼ τῶι θεῶι τὰν ὠνὰν,
ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν-
10 τα χρόνον, ποιέουσα ὅ κα θέληι, καὶ ἀποτρέχουσα οἷς κα θέληι.
βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Καλλίας Εὐκλείδα.
εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Ἐρατοῦς, βέ-
βαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅτε ἀποδομένα
Ξενώ, καὶ ὁ βεβαιωτὴρ βεβαιούτω. εἰ δὲ μὴ παρέχοιν
15 βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόν-
των κατὰ τὸν νόμον τᾶς πόλιος.
Ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
κύριοι ἐόντων συλέοντες Ἐρατὼ ὡς ἐ-
λευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυ-
20 πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ-
τυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Δρο-
μοκλείδας, Ἄρχων· καὶ οἱ ἄρχοντες
Κλεύδαμος Μαντία, Ἁγίων Πολυκλείτου,
καὶ ἰδιῶται Ἁγίων Ἐχεφύλου, Πισίστρα-
25 τος Βούλωνος, Εὐκλείδας Καλλείδα,
Τιμόκριτος, Μένης, Ζωπυρίων.
Search Help
Contact Us