[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος ἐν Δελφοῖς Δάμωνος τοῦ Ξενοστρά-
του, μηνὸς Βουκατίου, βουλευόντων τὰν πρώταν
ἑξάμηνον Βαβύλου τοῦ Αἰακίδα, Κλέωνος τοῦ Δα-
μοσθένεος, γραμματεύοντος δὲ Δίωνος τοῦ Ἐπι-
5 σθένεος, ἐν δὲ Ἀμφίσαι ἄρχοντος Ἀριστοδάμου, μη-
νὸς Ἀγρεστυῶνος, ἀπέδοτο Ἀριστοκλέας Λυσιπόνου Ἀμ-
φισεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἴακ-
χος, τὸ γένος Θηβαῖον ἐνδογενῆ, ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τι-
μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἴακχος τῶι θεῶι τὰν ὠ-
10 νὰν ἐφ’ ὧι τε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων
τὸν πάντα χρόνον, ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων
οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος καὶ
κατὰ τὸ σύμβολον· Σωκράτης Εὐτύχου Ἀμφισεύς. εἰ
δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Ἰάκχου, βέβαιον
15 παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀριστο-
κλέας καὶ ὁ βεβαιωτὴρ Σωκράτης. εἰ δὲ μὴ παρέχοιν βέ-
βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν
νόμον τᾶς πόλιος καὶ κατὰ τὸ σύμβολον. ὁμοίως δὲ
καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Ἴακ-
20 χον ὡς ἐλεύθερον ἐόντα, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδι-
κοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλ-
λωνος Ἄρχων, Δρομοκλείδας, καὶ οἱ ἄρχοντες Βαβύλος
Αἰακίδα, Κλέων Δαμοσθένεος, Δίων Ἐπισθένεος, καὶ ἰ-
διῶται Δαίδαλος, Γόργιλος, Ἑλλάνικος Δελφοί, Δάμων,
25 Καλλικράτης Ἀμφισεῖς.
Search Help