[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Δάμωνος τοῦ Ξενοστρά- |
του, μηνὸς Βουκατίου, βουλευόντων τὰν πρώταν | |
ἑξάμηνον Βαβύλου τοῦ Αἰακίδα, Κλέωνος τοῦ Δα- | |
μοσθένεος, γραμματεύοντος δὲ Δίωνος τοῦ Ἐπι- | |
5 | σθένεος, ἐν δὲ Ἀμφίσαι ἄρχοντος Ἀριστοδάμου, μη- |
νὸς Ἀγρεστυῶνος, ἀπέδοτο Ἀριστοκλέας Λυσιπόνου Ἀμ- | |
φισεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἴακ- | |
χος, τὸ γένος Θηβαῖον ἐνδογενῆ, ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τι- | |
μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἴακχος τῶι θεῶι τὰν ὠ- | |
10 | νὰν ἐφ’ ὧι τε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων |
τὸν πάντα χρόνον, ποιέων ὅ κα θέληι καὶ ἀποτρέχων | |
οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος καὶ | |
κατὰ τὸ σύμβολον· Σωκράτης Εὐτύχου Ἀμφισεύς. εἰ | |
δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Ἰάκχου, βέβαιον | |
15 | παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀριστο- |
κλέας καὶ ὁ βεβαιωτὴρ Σωκράτης. εἰ δὲ μὴ παρέχοιν βέ- | |
βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν | |
νόμον τᾶς πόλιος καὶ κατὰ τὸ σύμβολον. ὁμοίως δὲ | |
καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Ἴακ- | |
20 | χον ὡς ἐλεύθερον ἐόντα, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδι- |
κοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλ- | |
λωνος Ἄρχων, Δρομοκλείδας, καὶ οἱ ἄρχοντες Βαβύλος | |
Αἰακίδα, Κλέων Δαμοσθένεος, Δίων Ἐπισθένεος, καὶ ἰ- | |
διῶται Δαίδαλος, Γόργιλος, Ἑλλάνικος Δελφοί, Δάμων, | |
25 | Καλλικράτης Ἀμφισεῖς. |