SGDI II 2222
[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Δαμοσθένεος, μηνὸς Ποιτροπίου, ἀπέδο-
το Καλλὼ Ἀρίστωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
ἀνδρεῖον ὧι ὄνομα Λύκος, τιμᾶς ἀργυρίου μνᾶς καὶ
τὰν τιμὰν ἔχει πᾶσαν, συνευδοκεόντων καὶ τῶν
5 {καὶ τῶν} υἱῶν Ἀρίστωνος, Ἀριστωνύμου, καὶ
τοῦ ἀνδρὸς Ἀριστομάχου. βεβαιωτὴρ κατὰ τοὺς
νόμους τᾶς πόλιος· Ἁγίων Τεισίππου, καθὼς ἐπί-
στευσε Λύκος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἀνέφα-
πτος εἶμεν ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέοντα(!) ὅκα
10 θέληι. μάρτυρες· Εὐκλῆς, Τείσιππος, καὶ οἱ ἄρχοντες Ἀνα-
ξανδρίδας, Φιλαίτωλος, Τιμοκλῆς, καὶ οἱ ἱερεῖς τοῦ
Ἀπόλλωνος τοῦ Πυθίου· Ἄρχων, Ἀνδρόνικος.
Search Help
Contact Us