[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δαμοστράτου, μηνὸς Ἀπελλαίου, ἀπέ-
δοτο Ἀντάνωρ Ἀντάνορος, συνευδοκευούσας καὶ
τᾶς ματρὸς Νικαίας, τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον, ἇι ὄνομα Ἀπολλωνία, τὸ γένος
5 οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ὀκτὼ ἐπ’ ἐλευ-
θερίαι, καθὼς ἐπίστευσε Ἀπολλωνία τὰν ὠνὰν τῶι
θεῶι, ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν-
των τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν νό-
μον· Διονύσιος Ἀσάνδρου. εἰ δέ τις ἐφάπτοι-
10 το Ἀπολλωνίας ἐπὶ καταδουλισμῶι, κύ-
ριος ἔστω συλέων καὶ ἀφαιρείμενος
ὁ παρεντυγχάνων, ἀζάμιος ἐὼν καὶ ἀν-
υπόδικος πάσας δίκας καὶ ζαμίας, καὶ
ὁ βεβαιωτὴρ βεβαιούτω τὰν ὠνὰν
15 τῶι θεῶι. μάρτυροι· τῶν ἀρχόντων Σώστρα-
τος Σωτύλου, Ἡρακλείδας Καλλία, καὶ ἰδιῶ-
ται Ἁγίων Πολυκλείτου, Τιμοκλῆς Πολύωνος,
*)AGHSI/LAOS *TARANTI/NOU, *NIKA/NWR *STRA/TWNOS,
Σωσιμένης Δαμοφάνεος, Κλέων Κλεοδάμου.
Search Help
Contact Us