[ ] Phokis — Delphi — 50 BC
1 ἄρχοντος Διονυσίου, μηνὸς Ποιτροπί-
ου, βουλευόντων Πάτρωνος, Ἁγίωνος,
Φιλιστίωνος, Πάτρωνος, Ἀλέξανδρος
Ἀλεξάνδρου, παρόντος αὐτῶι τοῦ κυ-
5 ρίου Καλλιδάμου τοῦ Σωσιξένου, κα-
τα {τὰ} δὲ υἱοθεσίαν Καλλιδάμου, συ-
νευαρεστούντων τῶν υἱῶν αὐτοῦ Ὀλ-
υμπίχου καὶ Σωσιξένου τοῦ Καλλιδάμου,
καὶ Ἀριστὼ Σωσικράτεος καὶ Ἀθηναϊὶς
10 Ἀθηνίωνος, παρόντος αὐτᾶι Σωστρά-
του τοῦ Ξένωνος, ἀπέδοντο τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι κοράσιον γένει Χαιρω-
νείας ὧι ὄνομα Ὀνησιφόρον, τιμᾶς στατή-
ρων δέκα, καὶ τὰν τιμὰν ἀπέχοντι. Πα-
15 ραμεινάτω δὲ Ὀνησιφόρον παρά τε Ἀ-
λεξάνδρωι καὶ Ἀθηναϊίδι καὶ Ἀριστοῖ
πάντα τὸν τᾶς ζωᾶς χρόνον. Ἐξέστω
δὲ Ὀνασιφόρῳ, εἰ θέλοι χωρίζεσθαι
ἀπὸ τᾶς παραμονᾶς, δόμεν Ἀλεξάν-
20 δρωι μὲν μνᾶν καὶ ἥμισον, καὶ Ἀριστοῖ καὶ Ἀθηναϊίδι ἄλλαν μνᾶν καὶ ἥμισον.
μάρτυροι· Λαϊάδας, Ἐμμενίδας· Δάμων,
Ἦρυς.
Search Help
Contact Us