[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Σωσιπάτρου, μηνὸς Δαιδα-
φορίου, βουλευ[όντ]ων τὰν πρώταν ἑ-
ξάμηνον Ἀντιγένεος τοῦ Διοδώρου, Ἁγίωνος
τοῦ Κλευδάμου, γραμματεύοντος δὲ Ὑβρία τοῦ
5 Ξένωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ψιθύρα Νικο-
λάου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι-
κεῖον ἇι ὄνομα Καλλὼ τὸ γένος
[Κ]ολχίδ[α], τιμᾶς ἀργυρίου
μνᾶν πέντε, καὶ τὰν
10 τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί-
στευσε Καλλὼ τῶι [θεῶι] τὰν ὠνάν, ἐφ’ ὧι-
τε ἐλευθέρα εἶμεν καὶ ἀνέφα-
πτος ἀπὸ πάντων τὸν πάντα χρό-
νον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέ-
15 χουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ
τὸν νόμον τᾶς πόλιος· Πατρέας
Ἀνδρονίκου. εἰ δέ τις ἃπτοιτο Καλ-
λοῦς ἐπὶ καταδουλισσμῶι, βέβαιον πα-
ρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδο-
20 μένα Ψειθύρα καὶ ὁ βεβαιωτὴρ Πατρέας. εἰ δὲ
μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πρὰ-
κτιμοι ἐόντων τῶι θέλοντι κατὰ τὸν νόμον
τᾶς πολιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον-
τες κύριοι ἐόντων συλέοντες Καλλὼ ὡς ἐλευ-
25 θέραν ἐοῦσαν, ἀζάμιοι ὄντες καὶ ἀνυπόδι-
κοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱε-
ρεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ ἄρχοντες
Ἀντιγένης, Ἁγίων, Πυρρίας(!), καὶ ἰδιῶται Νικά-
τας, Βάττος, Ἀριστέας, Φίλων Ἰατάδα, Φίλων
30 Φιλάγρου, Τιμόκριτος.
Search Help
Contact Us