[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δαμοστράτου, μηνὸς Βοαθόου, βουλευόντων τὰν
πρώταν ἑξάμηνον Σωστράτου τοῦ Σωτύλου, Ἡρακλείδα τοῦ
Καλλία, γραμματεύοντος δὲ Πυρρία τοῦ Ἀρχελάου, ἐπὶ τοῖς δε
ἀπέδοτο Αἰνήσιον Αἰακίδα, συνευδοκέοντος καὶ Φι-
5 λοδάμου τοῦ Δώρωνος τοῦ ἀνδρὸς τοῦ Αἰνησίου,
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσι-
κράτεια, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων καὶ ἡμιμναίου, καὶ
τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σωσικράτεια τῶι
θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀ-
10 πὸ πάντων τὸν πάντα χρόνον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέ-
χουσα ἇι κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Αἰα-
κίδας Φιλαιτώλου. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Σωκρα-
τείας, βέβαιον παρεχοντων τῶι θεῶι τὰν ὠνὰν ἅτε ἀποδο-
μένα Αἰνήσιον καὶ ὁ βεβαιωτὴρ Αἰακίδας. εἰ δὲ μὴ παρέχοιν
15 βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν
νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
κύριοι ἐόντων συλέοντες Σωσικράτειαν ὡς ἐλευθέραν
ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δί-
κας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πρα-
20 ξίας Εὐδόκου, Ἀνδρόνικος Φρικίδα, καὶ οἱ ἄρχοντες τᾶς
πόλιος Σώστρατος, Ἡρακλείδας, Πυρρίας, ἰδιῶται Φιλαίτω-
λος Αἰακίδα, Μαντίας Κλευδάμου, Λαϊάδας Βαβύλου,
Ἀγαθοκλῆς Ἁρμοδίου, Εὐχαρίδας καὶ Γόργιλος
οἱ Φαίνιος, Τιμόκριτος Εὐκλείδα, Ἀριστό-
25 μαχος Ὀλυμπογένεος.
Search Help
Contact Us