[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος Δαμοσθένεος, μηνὸς Ἡρακλήου, βουλευόν-
των τὰν δευτέραν ἑξάμηνον Ἀθάμβου τοῦ Ἁβρομάχου,
Ἐμμενίδα τοῦ Καλλία, Ἀντιγένεος τοῦ Διοδώρου, ἐπὶ τοῖσδε
ἀπέδοτο Νικαία Καλλία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι-
5 κεῖον ἇι ὄνομα Καλλιόπα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυ-
ρίου μνᾶν τεττάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐ-
πίστευσε Καλλιόπα τῶι θεῶι τὰν ὠνὰν εφ’ ὧι τε ἐλευθέρα
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέου-
σα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτῆρες κα-
10 τὰ τὸν νόμον τᾶς πόλιος· Σωσίξενος Ξένωνος, Τείσων
Θευχάριος. εἰ δέ τις ἅπτοιτο Καλλιόπας ἐπὶ καταδουλι-
σμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅτε ἀπο-
δομένα Νικαία καὶ οἱ βεβαιωτῆρες Σωσίξενος καὶ Τεί-
σων. εἰ δὲ μὴ παρέχοιν βεβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτι-
15 μοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ
οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Καλλιό-
παν ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδι-
κοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλω-
νος Ἄρχων, και ἰδιῶται Τιμοκλῆς Πολύωνος, Ἄσανδρος, Χαρίξε-
νος, Ὀρθαγόρας, Ἀρίστων Ὀρθαγόρα, Πολέμαρχος Χαριξένου,
20 Τιμόκριτος, Ξένων Σωσιξένου, Δίων Ἐπισθένεος.
Search Help
Contact Us