[ ] Phokis — Delphi — 140-100 BC
1 ἄρχοντος ἐν Δελφοῖς Κλεοδάμου, μη-
νὸς Ἀπελλαίου, βουλευόντων τὰν πρώταν ἐξάμη-
νον Σωστράτου τοῦ Σωτύλου, Ἁγίωνος τοῦ Δρομοκλείδα,
Δαμοσθένεος τοῦ Ἄρχωνος, ἐν δὲ Ἐλατείαι ἄρχοντος Εὐ[κλεί]-
5 δα τοῦ Πυθέα, μηνὸς Δεκάτου, ἀπέδοτο Ἀφθόνητος Πραξία
Ἐλατεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνο-
μα Διονυσία τιμᾶς ἀργυρίου μνᾶν τεττάρων, καθὼς ἐπίστευσε
Διονυσία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέραν εἶμεν καὶ ἀ-
νεφαπτον απο πάντων τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέληι καὶ
10 ἀποτρέχουσαν οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀριστο-
κράτης Κλεωνύμου Ἐλατεύς. εἰ δέ τις καταδουλίζοιτο Διονυ-
σίαν, βέβαιον παρεχέτω ὅ τε ἀποδόμενος Ἀφθόνητος καὶ ὁ βεβαι-
ωτὴρ Ἀριστοκράτης· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντων
KATA\ TO\N NO/MON: O(MOI/WS DE\ KAI\ OI( PARATUGXA/NONTES KU/RIOI E)O/N-
15 των συλέοντες ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυ-
πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀ-
πόλλωνος Δρομοκλείδας Ἁγίωνος, Ἄρχων Καλλία, καὶ οἱ
ἄρχοντες Δαμοσθένης, Ἁγίων Δρομοκλείδα, Μένης, Ἄθαμ-
βος Ἀθανίωνος Δελφοί, Ἀρχώνδας Βουλάρχου, Φιλόξε-
20 νος Κάλλωνος, Γοργίλας Μενεσθένεος, Ἀντικράτης
Ἐλατεῖς.
Search Help
Contact Us