[ ]
Phokis — Delphi — 140-100 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Κλεοδάμου, μη- |
νὸς Ἀπελλαίου, βουλευόντων τὰν πρώταν ἐξάμη- | |
νον Σωστράτου τοῦ Σωτύλου, Ἁγίωνος τοῦ Δρομοκλείδα, | |
Δαμοσθένεος τοῦ Ἄρχωνος, ἐν δὲ Ἐλατείαι ἄρχοντος Εὐ[κλεί]- | |
5 | δα τοῦ Πυθέα, μηνὸς Δεκάτου, ἀπέδοτο Ἀφθόνητος Πραξία |
Ἐλατεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνο- | |
μα Διονυσία τιμᾶς ἀργυρίου μνᾶν τεττάρων, καθὼς ἐπίστευσε | |
Διονυσία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέραν εἶμεν καὶ ἀ- | |
νεφαπτον απο πάντων τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέληι καὶ | |
10 | ἀποτρέχουσαν οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀριστο- |
κράτης Κλεωνύμου Ἐλατεύς. εἰ δέ τις καταδουλίζοιτο Διονυ- | |
σίαν, βέβαιον παρεχέτω ὅ τε ἀποδόμενος Ἀφθόνητος καὶ ὁ βεβαι- | |
ωτὴρ Ἀριστοκράτης· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντων | |
κατὰ τὸν νόμον· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν- | |
15 | των συλέοντες ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυ- |
πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀ- | |
πόλλωνος Δρομοκλείδας Ἁγίωνος, Ἄρχων Καλλία, καὶ οἱ | |
ἄρχοντες Δαμοσθένης, Ἁγίων Δρομοκλείδα, Μένης, Ἄθαμ- | |
βος Ἀθανίωνος Δελφοί, Ἀρχώνδας Βουλάρχου, Φιλόξε- | |
20 | νος Κάλλωνος, Γοργίλας Μενεσθένεος, Ἀντικράτης |
Ἐλατεῖς. |