[ ]
Phokis — Delphi — 100-50 BC
1 | ἄρχοντος Θρασυκλέος, μηνὸς Βοαθόου, ἀπέ- |
δοτο Πολύξενος Ζηνέα καὶ Ξενοχάρης Πολυξέ- | |
νου σῶμα γυναικῆον κοράσιον ἇι ὄνομα Ἀριστό- | |
κληα ἐνδογενῆ τῶι Ἀπόλλωνι τῶι Πυθίωι, κα- | |
5 | θὼς ἐπίστευσε Ἀριστόκληα τῶι θεῶι τὰν ὠνάν, |
ἀργυρίου στατήρων τετταράκοντα καὶ τὰν τιμὰν ἔ- | |
χοντι, ἐφ’ ὧι ἐλευθέραν εἶμεν Ἀριστόκληαν καὶ ἀνέ- | |
φαπτόν ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιοῦ- | |
σα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Στρά- | |
10 | ταρχος Τηλεφάνεος. εἰ δέ τις ἐφάπτοιτο Ἀριστο- |
κλείας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρα- | |
τυχὼν συλεών, καὶ αὐτὰ Ἀριστόκληα αὐσαυτάν, | |
ἀνυπόδικος ὢν καὶ ἀζάμιος ὁ συλάσας καὶ ὁ βε- | |
βαιωτὴρ καὶ οἱ ἀποδόμενοι βέβαιον παρεχόν- | |
15 | των τῶι Θεῶι τὰν ὠνάν. μάρτυροι· οἱ ἱερεῖς |
τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος, καὶ ὁ νεω- | |
κόρος Μένης· ἰδιῶται Δρομοκλείδας, Εὐκράτης. |