[ ] Phokis — Delphi — 100-50 BC
1 ἄρχοντος Θρασυκλέος, μηνὸς Βοαθόου, ἀπέ-
δοτο Πολύξενος Ζηνέα καὶ Ξενοχάρης Πολυξέ-
νου σῶμα γυναικῆον κοράσιον ἇι ὄνομα Ἀριστό-
κληα ἐνδογενῆ τῶι Ἀπόλλωνι τῶι Πυθίωι, κα-
5 θὼς ἐπίστευσε Ἀριστόκληα τῶι θεῶι τὰν ὠνάν,
ἀργυρίου στατήρων τετταράκοντα καὶ τὰν τιμὰν ἔ-
χοντι, ἐφ’ ὧι ἐλευθέραν εἶμεν Ἀριστόκληαν καὶ ἀνέ-
φαπτόν ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιοῦ-
σα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Στρά-
10 ταρχος Τηλεφάνεος. εἰ δέ τις ἐφάπτοιτο Ἀριστο-
κλείας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρα-
τυχὼν συλεών, καὶ αὐτὰ Ἀριστόκληα αὐσαυτάν,
ἀνυπόδικος ὢν καὶ ἀζάμιος ὁ συλάσας καὶ ὁ βε-
βαιωτὴρ καὶ οἱ ἀποδόμενοι βέβαιον παρεχόν-
15 των τῶι Θεῶι τὰν ὠνάν. μάρτυροι· οἱ ἱερεῖς
τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος, καὶ ὁ νεω-
κόρος Μένης· ἰδιῶται Δρομοκλείδας, Εὐκράτης.
Search Help
Contact Us