[ ]
Phokis — Delphi — 100-50 BC
| 1 | ἄρχοντος Θρασυκλέος, μηνὸς Βοαθόου, ἀπέ- |
| δοτο Πολύξενος Ζηνέα καὶ Ξενοχάρης Πολυξέ- | |
| νου σῶμα γυναικῆον κοράσιον ἇι ὄνομα Ἀριστό- | |
| κληα ἐνδογενῆ τῶι Ἀπόλλωνι τῶι Πυθίωι, κα- | |
| 5 | θὼς ἐπίστευσε Ἀριστόκληα τῶι θεῶι τὰν ὠνάν, |
| ἀργυρίου στατήρων τετταράκοντα καὶ τὰν τιμὰν ἔ- | |
| χοντι, ἐφ’ ὧι ἐλευθέραν εἶμεν Ἀριστόκληαν καὶ ἀνέ- | |
| φαπτόν ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιοῦ- | |
| σα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Στρά- | |
| 10 | ταρχος Τηλεφάνεος. εἰ δέ τις ἐφάπτοιτο Ἀριστο- |
| κλείας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρα- | |
| τυχὼν συλεών, καὶ αὐτὰ Ἀριστόκληα αὐσαυτάν, | |
| ἀνυπόδικος ὢν καὶ ἀζάμιος ὁ συλάσας καὶ ὁ βε- | |
| βαιωτὴρ καὶ οἱ ἀποδόμενοι βέβαιον παρεχόν- | |
| 15 | των τῶι Θεῶι τὰν ὠνάν. μάρτυροι· οἱ ἱερεῖς |
| τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος, καὶ ὁ νεω- | |
| κόρος Μένης· ἰδιῶται Δρομοκλείδας, Εὐκράτης. |